Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

8.36 Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ’ ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθῆναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς· οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει, ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἔν τινι ἐπιστολῇ τοιαῦτά τινα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι· καὶ ὡσπερεὶ φόβος ἐπ’ ἐκείνου τοῦ πλάσματος ὑπῆρξε τοῖς ἀγγέλοις, ὅτε μείζονα ἐφθέγξατο τῆς πλάσεως διὰ τὸν ἀοράτως ἐν αὐτῷ σπέρμα δεδωκότα τῆς ἄνωθεν οὐσίας καὶ παρρησιαζόμενον· οὕτω καὶ ἐν ταῖς γενεαῖς τῶν κοσμικῶν ἀνθρώπων φόβοι τὰ ἔργα τῶν ἀνθρώπων τοῖς ποιοῦσιν ἐγένετο, οἷον ἀνδριάντες καὶ εἰκόνες καὶ πάνθ’ ἃ χεῖρες ἀνύουσιν εἰς ὄνομα θεοῦ· εἰς γὰρ ὄνομα Ἀνθρώπου πλασθεὶς Ἀδὰμ φόβον παρέσχεν προόντος Ἀνθρώπου. ὡς δὴ αὐτοῦ ἐν αὐτῷ καθεστῶτος καὶ κατεπλάγησαν καὶ ταχὺ τὸ ἔργον ἠφάνισαν.
8.37 Μιᾶς δ’ οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῶ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις· οὓς γὰρ οὐχ αἱρεῖ λόγος, τιθασεύει τούτους φόβος. ὃ καὶ προϊδὼν ἄνωθεν ὁ παιδεύων λόγος ἑκατέρῳ τῶν τρόπων, ἐκκαθαίρων οἰκείως εἰς θεοσέβειαν, ἥρμοσεν ὄργανον. ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ’ ἀπροσδοκήτῳ φαντασίᾳ, † ἅτε καὶ ἀγγελίας. φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα. οὐ συνορῶσι τοίνυν ἐμπαθῆ ποιήσαντες δἰ ἐκπλήξεως τὸν μέγιστον καὶ πρὸς αὐτῶν ἀνυμνούμενον θεὸν καὶ πρό τῆς ἐκπλήξεως ἐν ἀγνοίᾳ γενόμενον. εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δ’ ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας φόβος τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi