Kitap 2
8.40
δέος δέ ἐστι φόβος θείου. ἀλλ’ εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονταί τινες, ὅτι φόβος ἐστὶ πάθος, οὐχ ὁ πᾶς φόβος πάθος. ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ ἐμπαθῶν· ἔμπαλιν οὖν ὁ τοῦ ἀπαθοῦς θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις οὐ τὸν θεόν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ θεοῦ· ὁ δὲ τοῦτο δεδιὼς τὸ τοῖς κακοῖς περιπεσεῖν φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων μίγνυται πεποιθώς, ἡ γραφὴ λέγει· αὖθίς τε ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος φησίν.
9.41
Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ εὐεμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρω. ὁ δὲ ἑταῖρος ἕτερος ἐγώ· ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων· ξένοι δὲ ὧν ξένα τὰ κοσμικά. κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἐλπίζοντας καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἐξακούομεν· μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοί· φίλε κασίγνητε φησὶν Ὅμηρος, ἥ τε φιλανθρωπία, δἰ ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ.