Kitap 2
9.42
εἰ δ’ ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν· στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤδει, ἀγόμενόν τε καὶ ἀπαγόμενον· ἄγονται δὲ εἰς ταὐτότητα δἰ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν· καὶ γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν. καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. ἔπειτα μὴ νικῶ λέγει ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ’ ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν· οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ τῷ πιστεύοντι.