Kitap 2
11.48
Ἀλλ’ ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ’ Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων. φήσαιμεν δ’ ἂν αὐτὴν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. πίστεως δ’ οὔσης διττῆς, τῆς μὲν ἐπιστημονικῆς, τῆς δὲ δοξαστικῆς, οὐθὲν κωλύει ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν. ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ λέγεται, ἣ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν ἑαυτῆς φύσιν, ἣ δὲ ἐλλιπῆ. καὶ μή τι ἡ παρ’ ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον. μάθησις γοῦν καὶ τὸ πείθεσθαι ταῖς ἐντολαῖς, ὅ ἐστι πιστεύειν τῷ θεῷ. καὶ ἡ πίστις δύναμίς τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας.
11.49
αὐτίκα φησίν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, μεταστήσετε τὸ ὄρος· καὶ πάλιν· κατὰ τὴν πίστιν σου γενηθήτω σοι· καὶ ὃ μὲν θεραπεύεται προσλαβὼν τῇ πίστει τὴν ἴασιν, ὃ δὲ νεκρὸς ἀνίσταται διὰ τὴν τοῦ πιστεύσαντος ὅτι ἀναστήσεται ἰσχύν. ἡ δὲ δοξαστικὴ ἀπόδειξις ἀνθρωπική· τέ ἐστι καὶ πρὸς τῶν ῥητορικῶν γινομένη ἐπιχειρημάτων ἢ καὶ διαλεκτικῶν συλλογισμῶν. ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις ἂν εἴη γνῶσις. εἰ γὰρ τὰ παραλαμβανόμενα πρὸς τὸ ζητούμενον ἀληθῆ λαμβάνεται, ὡς ἂν θεῖα ὄντα καὶ προφητικά, δῆλόν που ὡς καὶ τὸ συμπέρασμα τὸ ἐπιφερόμενον αὐτοῖς ἀκολούθως ἀληθὲς ἐπενεχθήσεται· καὶ εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.