Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

18.86 ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθότητα καταγγέλλει, τοῦ πᾶσιν ἀφθόνως χορηγοῦντος τὰς τροφάς; ἔν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθέντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν· τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλάας συλλέγουσι διατάσσεται. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρωπίας καὶ τοῖς πλησίον ἐδίδασκον. ἐκ τούτων γάρ, οἶμαι. τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ νόμου; ἦ γάρ; οὐχὶ διὰ μὲν τοῦ ἑβδόμου ἔτους ἀργὴν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν, τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς οὖν οὐ χρηστὸς ὁ νόμος καὶ δικαιοσύνης διδάσκαλος; πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἅ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην καὶ διὰ βίου κολαζομένους ἐλεῶν. ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi