Kitap 2
18.87
Ἔχει μὲν οὖν καὶ ἄλλας † ἐκδόσεις τὰ προειρημένα φυσικωτέρας περί τε ἀναπαύσεως καὶ τῆς ἀπολήψεως τῆς κληρονομίας, ἀλλ’ οὐκ ἐν τῷ παρόντι λεκτέαι. ἀγάπη δὲ πολλαχῶς νοεῖται διὰ πραότητος, διὰ χρηστότητος, δἰ ὑπομονῆς, δἰ ἀφθονίας καὶ ἀζηλίας, δἰ ἀμισίας, δἰ ἀμνησικακίας· ἀμέριστός ἐστιν ἐν πᾶσιν, ἀδιάκριτος, κοινωνική. πάλιν ἐὰν ἴδῃς φησὶ τῶν οἰκείων ἢ φίλων ἢ καθόλου ὧν γνωρίζεις ἀνθρώπων ἐν ἐρημίᾳ πλανώμενον ὑποζύγιον, ἀπαγαγὼν ἀπόδος. κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἂν κομίσηται ἀπόδος. διὰ φυσικὴν κοινωνίαν διδάσκει τὸ εὕρημα παρακαταθήκην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ ἐχθρῷ.
18.88
πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου. τί δέ; οὐχὶ τοὺς ἐπήλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενεῖς, ἀλλ’ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν; ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ. ἄντικρυς χοῦν φησιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’ Αἴγυπτον, ἤτοι τὸν ἐθνικὸν ἢ καὶ πάντα τὸν κοσμικὸν Αἰγύπτιον προσειπών· τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λ΄ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου· οὔτε γὰρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλ’ ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ.