Kitap 2
18.91
Ἔτι τοὺς ἐπὶ τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἐκδιδόναι εἰς κόλασιν κωλύει. παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνο· ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἄργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος. καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία· ἐμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὢν ζωὴν ζητήσει· καὶ ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.
18.92
Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι. αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας, ἀπέχεσθαι διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων. χάρισαι γοῦν, φησί. τῇ μητρὶ τὸ ἔκγονον κἂν ἑπτὰ τὰς πρώτας ἡμέρας. εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τῶν ἐκγόνων, ὁ ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν ἀτιμάζει τὴν φύσιν. δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὅ μὲν καὶ ἐπ’ ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ νόμου διὰ τῆς προειρημένης ἐντολῆς. εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεύγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπ’ ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, ἵν’ εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν.