Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

19.101 Σαφῶς τοίνυν εἴρηται· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ἀγαπῶντες νόμον προβάλλουσιν ἑαυτοῖς τεῖχος. σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ἡ προφητεία λέγει.
19.101 Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ’ ἀρετήν· στερρὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον τὸ κατ’ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν, οἳ δὲ τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi