Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

19.102 καί μοι δοκεῖ παγκάλως Ἱππόδαμος ὁ Πυθαγόρειος γράφειν· τᾶν φιλιᾶν ἃ μὲν ἐπιστάμας θεῶν, ἃ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἃ δὲ ἐξ ἁδονᾶς ζῴων. οὐκοῦν ἣ μέν τίς ἐστι φιλοσόφου φιλία, ἣ δὲ ἀνθρώπου, ἣ δὲ ζῴου. τῴ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετῶν, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται· ὥσπερ γὰρ ὁ κυβερνήτης ἅμα σῴζει καὶ σῴζεται. διὰ τοῦτο ὅταν τις αἰτῶν τύχῃ, οὔ φησι τῷ διδόντι· καλῶς ἔδωκας, ἀλλά· καλῶς εἴληφας. οὕτω λαμβάνει μὲν ὁ διδούς, δίδωσι δὲ ὁ λαμβάνων. δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ’ αὐτῆς, οἱ δὲ παρανομοῦντες ἐξολοθρευθήσονται ἀπ’ αὐτῆς. καὶ μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι δὸς φίλῳ. φίλῳ μὲν κοινωνητέον, ἵν’ ἔτι καὶ μᾶλλον περιμένῃ φίλος, ἐχθρῷ δὲ ἐπικουρητέον, ἵνα μὴ μείνῃ ἐχθρός· ἐπικουρίᾳ γὰρ εὔνοια μὲν συνδεῖται, λύεται δὲ ἔχθρα. ἀλλ’ εἰ καὶ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις· ἀλλ’ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ καὶ τὰ ἑξῆς. ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα ἡ γραφὴ λέγει. τῷ γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται, οὐ γὰρ θέμις θνητὸν ἀθανάτῳ ἐξομοιοῦσθαι, ἀλλ’ ἢ κατὰ νοῦν καὶ λογισμόν, ᾧ καὶ τὴν πρὸς τὸ εὐεργετεῖν καὶ τὴν πρὸς τὸ ἄρχειν ὁμοιότητα προσηκόντως ὁ κύριος ἐνσφραγίζεται· οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται· βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi