Kitap 2
20.118
ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος ὁ ἄθλιος τῇ φιληδόνῳ τέχνῃ. ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ. ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ’ αὐτῆς. τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ δεῖν παραχρῆσθαι τῇ σαρκί. ἀλλ’ ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις. οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς ἀποστολικοῦ μεταδιωκόντων. τίνι γὰρ οὗτοι Σαρδαναπάλλου διαφέρουσιν; οὗ τὸν βίον δηλοῖ τὸ ἐπίγραμμα· ταῦτ’ ἔχω ὅσς̓ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος τέρπν’ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ.
20.119
εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἄλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα † πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, ἣ καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τήν ἡδονήν, θειάζει γοῦν σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ Διογένης ἔν τινι τραγῳδίᾳ γράφει· οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά. καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται. ἐπαξίως δὲ τῶν φιληδόνων.