Kitap 2
20.125
Παγκάλως ὁ Ζήνων ἐπὶ τῶν Ἰνδῶν ἔλεγεν ἕνα Ἰνδὸν παροπτώμενον ἐθέλειν ἂν ἰδεῖν ἢ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἄφθονοι μαρτύρων πηγαὶ ἑκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀποτεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δἰ αἱμάτων ἐνδείκνυσθαι. ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς τοῦ κόσμου μείζονας. καὶ πάλιν ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγει· ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. καὶ πάλιν λέγει· ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα· σὰρξ γὰρ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε διελέγχον ἡμᾶς τὸ πνεῦμα εἴρηκεν.
20.126
χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι· δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνη τὸ μέγιστον. αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ἄξιον κρίνας διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περιγένηται καρπός. γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.