Kitap 2
23.140
Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφ’ ἡμῖν συντελειώσεως. ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταὶ ἡμιτελῆ καὶ ἄπαιδα, μακαρίζουσι δὲ τὸν ἀμφιθαλῆ. αἱ δὲ σωματικαὶ νόσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσιν· ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν ἀναγκαία βοηθός.
23.141
ὁ γοῦν κωμικὸς Μένανδρος καταδραμὼν τοῦ γάμου, ἀλλὰ καὶ τὰ χρήσιμα ἀντιτιθεὶς ἀποκρίνεται τῷ εἰπόντι πρὸς τὸ πρᾶγμα ἔχω κακῶς. Β. ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις. εἶτ’ ἐπιφέρει· τὰ δυσχερῆ τε καὶ τὰ λυπήσοντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ τὰ δὲ ἀγαθὰ οὐκ ἐπιβλέπεις καὶ τὰ ἑξῆς. βοηθεῖ δὲ ὁ γάμος καὶ ἐπὶ τῶν προβεβηκότων τῷ χρόνῳ παριστὰς τὴν γαμετὴν ἐπιμελομένην καὶ τοὺς ἐκ ταύτης παῖδας γηροβοσκοὺς ἐκτρέφων. παῖδες δὲ ἀνδρὶ κατθανόντι κληδόνες γεγάασι· φελλοὶ δ’ ὥς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ καὶ κλωστῆρα σῴζοντες λίνου κατὰ τὸν τραγικὸν Σοφοκλέα. οἵ τε νομοθέται οὐκ ἐπιτρέπουσι τὰς μεγίστας ἀρχὰς τοῖς μὴ γαμήσασι μετιέναι. αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας· ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν· εἰ γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφ’ ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τάς τε πόλεις καὶ τὸν κόσμον τὸν ἐκ τούτων.
23.142
τὸ δὲ τοιοῦτον ἀσεβὲς θείαν γένεσιν καταλυόντων. ἤδη δὲ ἄνανδρον καὶ ἀσθενὲς τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν συμβίωσιν. οὗ γὰρ ἡ ἀποβολὴ κακόν ἐστι, τούτου πάντως ἡ κτῆσις ἀγαθόν· ἔχει δ’ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασίν. ἡ οὖν τῶν τέκνων κτῆσις ἀγαθόν. εἰ δὲ τοῦτο, καὶ ὁ γάμος. ἄνευ δὲ πατρὸς (φησὶ) τέκνον οὐκ εἴη ποτ’ ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου.