Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

4.38 Ἀναλέγονται δὲ καὶ οὗτοι ἔκ τινων προφητικῶν περικοπῶν λέξεις ἀπανθισάμενοι καὶ συγκαττύσαντες κακῶς κατ’ ἀλληγορίαν εἰρημένας ἐξ εὐθείας λαβόντες. γεγράφθαι γάρ φασιν· ἀντέστησαν θεῷ καὶ ἐσώθησαν. οἳ δὲ καὶ τῷ ἀναιδεῖ θεῷ προστιθέασι, δέχονται δὲ ὡς βουλὴν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῶ. τῷ μὲν οὖν ἀναιδεῖ θεῷ οὐ γέγραπται· εἰ δὲ καὶ οὕτως ἔχοι, τὸν κεκλημένον διάβολον, ὧ ἀνόητοι, ἐξακούσατε ἀναιδῆ ἢ ὡς διαβάλλοντα τὸν ἄνθρωπον ἢ ὡς κατήγορον τῶν ἁμαρτανόντων ἢ ὡς ἀποστάτην. ὁ γοῦν λαός, ἐφ’ οὗ εἴρηται ἡ περικοπή, παιδεύομενοι ἐφ’ οἷς ἥμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἄλλα ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρ’ ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; ὅμοιον τούτω τὸ παρὰ τῶ Μαλαχίᾳ, τὸ προειρημένον, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν· χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.
4.39 καὶ μή τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἀποτεινόμενος γράφει· καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. οὗτοί εἰσιν οἱ κατὰ τὴν ἀνάγνωσιν φωνῆς τόνῳ διαστρέφοντες τὰς γραφὰς πρὸς τὰς ἰδίας ἡδονάς, καί τινων προσῳδιῶν καὶ στιγμῶν μεταθέσει τὰ παραγγελθέντα σωφρόνως τε καὶ συμφερόντως βιαζόμενοι πρός ἡδυπαθείας τὰς ἑαυτῶν. οἱ παροξύνοντες τὸν θεὸν τοῖς λόγοις ὑμῶν· ὁ Μαλαχίας φησί, καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ὁ ποιῶν πονηρὸν ἀγαθὸς ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησεν· καί· ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi