Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

5.42 πῶς δέ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ; πάσης γὰρ ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμία δὲ λύπη τις καὶ φροντὶς δἰ ἔνδειαν ὀρεγομένη τινός. ὥστ’ οὐκ ἄλλο τί μοι δοκοῦσιν οἱ τοῦτον ἐπανῃρημένοι τὸν τρόπον ἀλλ’ τὸ λεγόμενον δὴ τοῦτο, πρός τ’ αἴσχεσιν ἄγγεα πάσχειν, ἐπίσπαστον ἑαυτοῖς αἱρούμενοι κακὸν νῦν καὶ ἐς ὕστερον, εἰ μὲν οὖν πάντα ἐξῆν καὶ μηδὲν ἦν δέος ἀποτυχεῖν τῆς ἐλπίδος διὰ πράξεις πονηράς, ἴσως ἦν ἄν τις αὐτοῖς πρόφασις τοῦ βιοῦν κακῶς τε καὶ ἐλεεινῶς· ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δἰ ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾗ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ δὲ σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῆ θείᾳ γραφῇ, δἰ ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῶ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ διατελεστέον. καθαρὸς γὰρ ὢν καὶ πάσης κακίας ἀπηλλαγμένος ὁ νοῦς δεκτικός πως ὑπάρχει τῆς τοῦ θεοῦ δυνάμεως, ἀνισταμένης ἐν αὐτῷ τῆς θείας εἰκόνος· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ κυρίῳ ἁγνίζει, φησίν, ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi