Kitap 3
5.43
θεοῦ δὲ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τῶν παθῶν ἀγομένοις ἀδύνατον· οὐκοῦν οὐδὲ τῆς ἐλπίδος τυχεῖν μηδεμίαν τοῦ θεοῦ γνῶσιν περιπεποιημένοις· καὶ τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε, τὸ δὲ ἀγνοεῖν τὸν θεὸν ἡ τοῦ βίου πολιτεία παρίστησιν. παντάπασι γὰρ ἀδύνατον ἄμα τε καὶ ἐπιστήμονα εἶναι καὶ τὴν τοῦ σώματος κολακείαν μὴ ἐπαισχύνεσθαι· οὐδὲ γὰρ συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν. ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ, οὐχὶ δὲ πορνεία ἣν ἀσκοῦσιν. νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, δἰ ἃ ἔρχεται ἡ ὀργή. ἀποθέσθωσαν οὖν καὶ αὐτοὶ ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος αὐτῶν, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.