Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

6.52 τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἳ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἠλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέα· καὶ Σαμουὴλ δὲ ὁ προφήτης, ἣν ὃν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται. ὁ μὴ ἐσθίων τοίνυν τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός. ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν,
6.53 καὶ ὅ γε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεύειν σύζυγον, ἣν οὐ περιεκόμιζεν διὰ τὸ τῆς ὑπηρεσίας εὐσταλές. λέγει οὖν ἔν τινι ἐπιστολῇ· οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; ἀλλ’ οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλ’ ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὺς γυναῖκας, δἰ ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου διδασκαλία. ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἑτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος. ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. τίς αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἠλίας; τίς δὲ σάκκον περιβέβληται γυμνὸς τὰ ἄλλα καὶ ἀνυπόδετος ὡς Ἡσαΐας; ἢ περίζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας; Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται; ἀλλὰ καὶ οὕτω βιοῦντες ηὐχαρίστουν τῷ κτίσαντι οἱ μακάριοι προφῆται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi