Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

6.54 Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπ’ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πως καταλύεται. ἅμα γὰρ τῷ φάναι τῷ αἰτοῦντί σε δός ἐπιφέρει· καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς, ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος; τί δ’ ὅταν ὁ κύριος φῇ· ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με. εἶτα ἐπιφέρει· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεῖ; ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ φησίν.
6.55 καὶ πάλιν ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε εἶπεν. πενία δὲ ἄνδρα ταπεινοῖ· χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. ἐπιφέρει δέ· ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται· καὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται. οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κἀκ τῶν διδόντων κἀκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς, ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι· οὐ γὰρ πεπληρώκει τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο δἰ ἀγάπην μεταδιδόναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi