Kitap 3
12.80
πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς. αὖθίς τε· ἡ γυνὴ δέδεται ἐφ’ ὅσον ζῇ χρόνον ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ, ἐλευθέρα ἐστὶν γαμηθῆναι, μόνον ἐν κυρίῳ· μακαρία δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. ἀλλ’ ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου πανουργίας παραβῶμεν τὰς ἐντολάς. ἡ δευτέρα δὲ περικοπὴ μονογαμίαν ἵστησιν. οὐ γάρ, ὥς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέον· τῶν γὰρ ἄντικρυς διαβόλῳ προσαπτόντων τὴν τοῦ γάμου εὕρεσιν ἀθέων ἀνθρώπων ἐπίνοιαν κατηγορεῖ, δἰ ἧς κινδυνεύει βλασφημεῖσθαι ὁ νομοθέτης.