Kitap 3
12.81
Τατιανὸν οἶμαι τὸν Σύρον τὰ τοιαῦτα τολμᾶν δογματίζειν. γράφει γοῦν κατὰ λέξιν ἐν τῷ Περὶ τοῦ κατὰ τὸν σωτῆρα καταρτισμοῦ· συμφωνία μὲν οὖν ἁρμόζει προσευχῇ, κοινωνία δὲ φθορᾶς λύει τὴν ἔντευξιν. πάνυ γοῦν δυσωπητικῶς διὰ τῆς συγχωρήσεως εἴργει· πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον ›δυσὶ κυρίοις μέλλειν δουλεύειν‹ ἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. ταῦτα δέ φησι τὸν ἀπόστολον ἐξηγούμενος· σοφίζεται δὲ τὴν ἀλήθειαν δἰ ἀληθοῦς ψεῦδος κατασκευάζων. ἀκρασίαν μὲν γὰρ καὶ πορνείαν διαβολικὰ εἶναι πάθη καὶ ἡμεῖς ὁμολογοῦμεν, γάμου δὲ τοῦ σώφρονος μεσιτεύει συμφωνία, ἐπί τε τὴν εὐχὴν ἐγκρατῶς ἄγουσα ἐπί τε τὴν παιδοποιίαν μετὰ σεμνότητος νυμφεύουσα. γνῶσις γοῦν καὶ ὁ τῆς παιδοποιίας καιρὸς πρὸς τῆς γραφῆς εἴρηται, ἐπειδὰν φῇ· ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ· ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ. ὁρᾷς εἰς τίνα βλασφημοῦσιν οἱ μυσαττόμενοι τὴν σώφρονα σπορὰν καὶ τῷ διαβόλῳ προσάπτοντες τὴν γένεσιν; οὐ γὰρ θεὸν ἁπλῶς προσεῖπεν ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα δηλώσας.