Kitap 3
12.84
διὸ ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ἐθανατώθημεν οὖν τῷ νόμῳ, τουτέστι τῇ ὑπὸ τοῦ νόμου δηλουμένῃ ἁμαρτίᾳ, ἣν δείκνυσιν, οὐ γεννᾷ ὁ νόμος, διὰ τῆς προστάξεως τῶν ποιητέων καὶ ἀπαγορεύσεως ὧν οὐ ποιητέον ἐλέγχων τὴν ὑποκειμένην ἁμαρτίαν, ἵνα φανῇ ἁμαρτία. εἰ δὲ ἁμαρτία ὁ γάμος ὁ κατὰ νόμον, οὐκ οἶδα πῶς τις ἐρεῖ θεὸν ἐγνωκέναι λέγων τὸ πρόσταγμα τοῦ θεοῦ ἁμαρτίαν εἶναι· ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμος. τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ ἀπόστολος. καθάπερ τὸ γεννώμενον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω τὸ ἐκ πνεύματος πνεῦμα οὐ μόνον κατὰ τὴν ἀποκύησιν, ἀλλὰ καὶ κατὰ τὴν μάθησιν. αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν. πορνεία γοῦν καὶ γάμος κεχώρισται, ἐπεὶ μακρὰν ἀφέστηκε τοῦ θεοῦ ὁ διάβολος. καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι· συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους, ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομεν πόρρωθεν παρακελευομένῳ.
12.85
καὶ μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἅ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον. ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. ἐπάναγκες μὲν οὖν οὐ κωλυτέον γαμεῖν οὐδὲ μὴν κρεοφαγεῖν ἢ οἰνοποτεῖν, γέγραπται γάρ· καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον, ἐὰν διὰ προσκόμματος ἐσθίῃ· καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλ’ ὅ τε χρώμενος μετ’ εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετ’ εὐχαριστίας