Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

12.87 διό φησιν· ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. ὁμοίως δὲ κἀκεῖνο κομίζουσι τὸ ῥητόν· οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γαμοῦσιν οὔτε γαμίζονται. ἀλλὰ τὸ ἐρώτημα τοῦτο τὸ περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὑρήσει τὸν κύριον, θεραπεύοντα δὲ τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν. τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ’ ἐπ’ ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις εἰς τόνδε τὸν βίον παρελεύσεται, ἀλλ’ ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον. εἷς μὲν οὖν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ καὶ ἁπάντων πατὴρ κατὰ τὴν δημιουργίαν αὐτός. μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.
12.88 οὕτως οὖν ἐπιστραφέντας ἡμᾶς αὖθις ὡς τὰ παιδία γενέσθαι βούλεται, τὸν ὄντως πατέρα ἐπιγνόντας, δἰ ὕδατος ἀναγεννηθέντας, ἄλλης ταύτης οὔσης ἢ τῆς ἐν τῇ κτίσει σπορᾶς. ναί, φησίν, ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου· ὁ δὲ γαμήσας πῶς ἀρέσει τῇ γυναικί· τί δέ; οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ; οὐχὶ δὲ ἐφεῖται καὶ τῷ γεγαμηκότι σὺν καὶ τῇ συζύγῳ μεριμνᾶν τὰ τοῦ κυρίου; ἀλλὰ καθάπερ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἄμφω γὰρ ἅγιαι ἐν κυρίῳ, ἣ μὲν ὡς γυνή, ἣ δὲ ὡς παρθένος. πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί· πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi