Kitap 3
14.94
Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν(κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ’ εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν καιρὸν τοῦ θελήματος.
14.95
ὁ αὐτὸς οὖν ἦν ὁ κύριος καὶ τότε κρίνων τὴν προλαβοῦσαν τὸν γάμον ἐπιθυμίαν. ὅταν οὖν ὁ ἀπόστολος εἴπῃ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτιζόμενον, ἡμῖν λέγει τοῖς πεπλασμένοις ὑπὸ τῆς τοῦ παντοκράτορος βουλήσεως ὡς πεπλάσμεθα, παλαιὸν δὲ καὶ καινὸν οὐ πρὸς γένεσιν καὶ ἀναγέννησίν φησιν, ἀλλὰ πρὸς τὸν βίον τόν τε ἐν παρακοῇ τόν τε ἐν ὑπακοῇ. χιτῶνας δὲ δερματίνους ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα περὶ ὧν ὕστερον καὶ τοῦτον καὶ τοὺς ὁμοίως αὐτῷ δογματίζοντας πεπλανημένους ἀποδείξομεν, ὅταν περὶ τῆς ἀνθρώπου γενέσεως τὴν ἐξήγησιν ἑπομένως τοῖς προλεχθῆναι δεομένοις μεταχειριζώμεθα. ἔτι φησίν· οἱ ὑπὸ τῶν γηίνων βασιλευόμενοι καὶ γεννῶσι καὶ γεννῶνται, ›ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα.‹ καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς ξένοι καὶ παρεπιδημοῦντες πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, μετ’ εὐχαριστίας δ’ ἁπάσης καὶ μεγαλοφρονοῦντες.