Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

15.98 ἀμφοτέροις γοῦν ὁ αὐτὸς κύριος διὰ τοῦ προφήτου Ἡσαΐου τὰς καταλλήλους δίδωσιν ἐπαγγελίας ᾧδέ πως λέγων· μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον εἰμὶ ξηρόν· τάδε λέγει ὁ κύριος τοῖς εὐνούχοις· ἐὰν φυλάξητε τὰ σάββατά μου καὶ ποιήσητε πάντα ὅσα ἐντέλλομαι, δώσω ὑμῖν τόπον κρείττονα υἱῶν καὶ θυγατέρων· οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς. τοῖς γαμήσασι δὲ ἐπιφέρει καί φησιν· οἱ ἐκλεκτοί μου οὐ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ἐστὶν ὑπὸ κυρίου. τῷ γὰρ κατὰ λόγον τεκνοποιησαμένῳ καὶ ἀναθρεψαμένῳ καὶ παιδεύσαντι ἐν κυρίῳ καθάπερ καὶ τῷ διὰ τῆς ἀληθοῦς κατηχήσεως γεννήσαντι κεῖταί τις μισθὸς ὥσπερ καὶ τῷ ἐκλεκτῷ σπέρματι. ἄλλοι δὲ κατάραν τὴν παιδοποιίαν ἐκδέχονται καὶ οὐ συνιᾶσι κατ’ αὐτῶν ἐκείνων λέγουσαν τὴν γραφήν. οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν ὥσπερ αἱ αἱρέσεις.
15.99 εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ’ ὁ ἄγονος ἀληθείας. ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων. τεκνία, φησίν, ὀλίγον ἔτι μεθ’ ὑμῶν εἰμι, ὁ διδάσκαλος. διὸ καὶ Παῦλος Γαλάταις ἐπιστέλλων φησί· τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. πάλιν τε αὖ Κορινθίοις γράφων ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ λέγει, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. διὰ τοῦτο οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ, ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλ’ οἱ μὲν εὐνουχίσαντες ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν μακάριοι οὗτοί εἰσιν οἱ τοῦ κόσμου νηστεύοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi