Kitap 4
5.21
ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν δἰ ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἥ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἐλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν· θλῖψιν, γάρ φησιν ὁ ἀπόστολος, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. θέλω γὰρ ὑμᾶς ἀμερίμνους εἶναι πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
5.22
τούτων οὖν ἀνθεκτέον οὐ δἰ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, ἐφ’ ἣν ἡ ἀναφορά. ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς. τούτῳ τῷ λόγῳ ἀναφαίνεται τὸ ἀγαθὸν κακὸν καὶ τὸ κακὸν ἀγαθόν. ἔπειτα δὲ εἴ τινας μὲν αἱρούμεθα τῶν ἡδονῶν, τινὰς δὲ φεύγομεν, οὐ πᾶσα ἡδονὴ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατ’ ἐπιστήμην γίνεται· ὥστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν ἡδονήν, δἰ ἣν ἔστιν ὅτε καὶ τὴν ποιὰν ἡδονὴν αἱρησόμεθα.
5.23
αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δἰ ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται. εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονή, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεται· ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν. ὁ μὲν οὖν Σιμωνίδης, καθάπερ καὶ Ἀριστοτέλης, ὑγιαίνειν μὲν ἄριστον ἀνδρί, γράφει, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν ἀδόλως. καὶ ὁ Μεγαρεὺς Θέογνις· χρὴ πενίην φεύγοντα καὶ εἰς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ’ ἠλιβάτων. ἔμπαλιν δὲ Ἀντιφάνης ὁ κωμικὸς ὁ πλοῦτος φησί, † πλέον θάτερον βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.