Kitap 4
6.27
καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, εἴ γε καὶ αὐτὴ αὑτὴν κατὰ μετάθεσιν ἀποσπᾷ. ὁ γὰρ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὑρήσει αὐτήν, ἢν μόνον τὸ ἐπίκηρον ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ. θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ. ἥτις ἐστὶ κοινωνία ἀφθαρσίας. ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ. τοῦτ’ οὖν ἐστι τὸ εὑρεῖν τὴν ψυχήν, τὸ γνῶναι ἑαυτόν.
6.28
τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωικοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως· ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή. ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ· καί πως ἡ τῶν κακῶν πράξεων ἀποχὴ μείωσίς τε καὶ σβέσις τῶν κακιῶν εὑρίσκεται, καθαιρουμένης τῆς ἐνεργείας αὐτῶν διὰ τῆς ἀπραξίας, καὶ τοῦτ’ ἔστι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, τουτέστιν τοῖς ὑπὸ τοῦ κυρίου λεγομένοις ἕπου.