Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

6.29 ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν· ἀλλ’ ὁ θεὸςγὰρ πάντα πᾶσι μερίζει κατ’ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίας· καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ’ ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα· εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατ’ ἐπανάβασιν γνωστικήν. δεῖν δ’ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δἰ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.
6.30 οἱ τοιοῦτοι ἐκ δεξιῶν ἵστανται τοῦ ἁγιάσματος· οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ μίσθιοι κέκληνται, καὶ μή τί γε ἐνταῦθα τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει, ἵν’ οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων εἰκόνα. † τρία τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκειμένης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν διαφορᾶς οὐκ ἴσης. διαφέρει δ’ οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι τοῦ κατὰ γνῶσιν ἑλομένου, ὡς τὸ πεπυρωμένον καὶ τὸ πεφωτισμένον τοῦ πυρὸς καὶ τοῦ φωτός. φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν οὕτως ὀνομάσαντος τοῦ κυρίου;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi