Kitap 4
6.31
αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι. τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσεῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ’ αὐτῶν καὶ μὴ καρποφορῆσαι δυνηθῆναι.
6.32
μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δἰ εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου συνασκηθῆναι ζωῆς. εἶδον, γάρ φησι, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, λέγει ἡ γραφή, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. οὗτος δ’ ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν· ὁ γὰρ λαὸς ὁ ἕτερος τοῖς χείλεσι τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἄπεστιν ἀπὸ κυρίου. τῷ στόματι αὐτῶν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ αὐτῶν καταρῶνται· ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν. ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.