Kitap 4
7.44
Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δἰ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην. καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ’ οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· ἦν γὰρ ἂν τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, ἕρμαιον ὁ θάνατος καὶ Πλάτων ἐν Φαίδωνι εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν καὶ τὰ ἑξῆς.
7.45
οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν, ὁδοὶ δὲ πολλαὶ αἱ ἀπάγουσαι, ἁμαρτίαι πολυπλανεῖς. τούτους, ὡς ἔοικε, τοὺς ἀπίστους διακωμῳδῶν Ἀριστοφάνης ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί, ἀπτῆνες, ἐφημέριοι. καὶ ὁ Ἐπίχαρμος αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. ἡμῖν δὲ ὁ σωτὴρ εἴρηκεν· τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν ὁ ἀπόστολος ἐξηγεῖται, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. καὶ ἐπεκδιηγούμενος ἐπιφέρει, ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήν· εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. πάλιν τε αὖ· εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς συγκληρονόμοι Χριστοῦ.