Kitap 4
7.55
τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σὲ ἀγάπην· ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει. ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε, οἱ ἐν σώματι ἔτι ὄντες, καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοι·
8.56
ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων ἀντέσχεν πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἳ μὲν Νέαρχον, οἳ δὲ Δημύλον προσαγορεύουσιν. ὁμοίως δὲ καὶ Θεόδοτος ὁ Πυθαγόρειος ἐποίησεν καὶ Πραΰλος ὁ Λακύδου γνώριμος, ὥς φησι Τιμόθεος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. ἀλλὰ καὶ Πόστουμος ὁ Ῥωμαῖος ληφθείς ὑπὸ Πευκετίωνος οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν, ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστήματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ πτίσσε ἐπιβοῶντος τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο.
8.57
Οὔτ’ οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ’ ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτὴν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατ’ ἔτος. ὁ δὲ Ζάμολξις ἦν τῶν Πυθαγόρου γνωρίμων.