Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

10.77 εἰ δὲ ὁ ἀναιρῶν ἄνθρωπον θεοῦ εἰς θεὸν ἁμαρτάνει, καὶ τοῦ ἀποκτειννύντος αὐτὸν ἔνοχος καθίσταται ὁ ἑαυτὸν προσάγων τῷ δικαστηρίῳ· οὗτος δ’ ἂν εἴη ὁ μὴ περιστελλόμενος τὸν διωγμόν, ἁλώσιμον διὰ θράσος παρέχων ἑαυτόν. οὗτός ἐστι τὸ ὅσον ἐφ’ ἑαυτῷ ὁ συνεργὸς γινόμενος τῇ τοῦ διώκοντος πονηρίᾳ, εἰ δὲ καὶ προσερεθίζοι, τέλεον αἴτιος, ἐκκαλούμενος τὸ θηρίον. ὡς δ’ αὕτως κἂν αἰτίαν μάχης παράσχῃ τινὰ ἢ ζημίας ἢ ἔχθρας ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ. διὰ τοῦτ’ οὖν μηδενὸς ἀντέχεσθαι τῶν ἐν τῷ βίῳ προστέτακται ἡμῖν. ἀλλὰ καὶ τῷ αἴροντι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα προσδιδόναι, οὐχ ἵνα ἀπροσπαθεῖς διαμένωμεν μόνον, ἀλλ’ ὡς μὴ ἀντιποιούμενοι τοὺς ἐπιδικαζομένους ἐφ’ ἑαυτοὺς ἀγριαίνωμεν καὶ δἰ ἡμῶν ἐπὶ τὴν τοῦ ὀνόματος διακινῶμεν βλασφημίαν.
11.78 Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατικοῖς περιπίπτειν ἡμᾶς τὸν κύριον βουληθῆναι, ἀλλὰ προφητικῶς τὰ συμβήσεσθαι μέλλοντα προειρηκέναι, ὡς διὰ τὸ ὄνομα αὐτοῦ διωχθησόμεθα. φονευθησόμεθα, ἀνασκινδυλευθησόμεθα. ὥστ’ οὐ διώκεσθαι ἠθέλησεν ἡμᾶς, ἀλλ’ ἃ πεισόμεθα προεμήνυσεν, διὰ τῆς τοῦ συμβήσεσθαι προαγορεύσεως εἰς καρτερίαν γυμνάσας, ᾗ τὴν κληρονομίαν ἐπηγγείλατο. καίτοι οὐ μόνοι, ἀλλὰ μετὰ πολλῶν κολαζόμεθα. ἀλλ’ ἐκεῖνοι, φασί, κακοῦργοι τυγχάνοντες δικαίως ὑπίσχουσι τὴν τιμωρίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi