Kitap 4
11.79
ἄκοντες οὖν μαρτυροῦσιν ἡμῖν τὴν δικαιοσύνην τοῖς διὰ δικαιοσύνην ἀδίκως κολαζομένοις. ἀλλ’ οὐδὲ τὸ ἄδικον τοῦ δικαστοῦ τῆς προνοίας ἅπτεται· δεῖ γὰρ κύριον εἶναι τὸν κριτὴν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὀργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα. δοκιμάζεται γοῦν ἐν ᾧ κρίνει καθάπερ καὶ ἡμεῖς κατά τε τὴν τῶν αἱρετῶν ἐκλογὴν κατά τε τὴν ὑπομονήν· κἂν μὴ ἀδικῶμεν, ἀλλ’ ὡς ἀδικοῦσιν ἡμῖν ὁ δικαστὴς ἀφορᾷ· οὐ γὰρ οἶδεν τὰ καθ’ ἡμᾶς οὐδὲ θέλει μαθεῖν, προλήψει δὲ συναπάγεται κενῇ, διὸ καὶ κρίνεται. διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλ’ αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἷναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.
11.80
Διὰ τί δὲ οὐ βοηθεῖσθε διωκόμενοι; φασί. τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτούς, θανάτῳ ἀπολυόμενοι πρὸς τὸν κύριον καὶ καθάπερ ἡλικίας μεταβολήν, οὕτω δὲ καὶ βίου ἐναλλαγὴν ὑπομένοντες; εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς ταχείας ἀποδημίας παρεσχημένοις, εἰ δἰ ἀγάπην μαρτυροῖμεν· εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς, εἰ ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, ἐκλογὴ δὲ οὐκ ἂν ἦν. ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, φῶς οὖσα τοῦ κόσμου, ἐλέγχει τὴν ἀπιστίαν. ἐμὲ μὲν γὰρ Ἄνυτός τε καὶ Μέλητος ἀποκτείνειεν μέντ’ ἄν, βλάψειεν δ’ ἂν οὐδ’ ὁπωστιοῦν· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι τὸ ἄμεινον πρὸς τοῦ χείρονος βλάπτεσθαι. ὥστε θαρροῦντα ἡμῶν ἕκαστον λέγειν· κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.