Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

12.83 εἶθ’ ὑποβὰς καὶ περὶ τοῦ κυρίου ἄντικρυς ὡς περὶ ἀνθρώπου λέγει· ἐὰν μέντοι παραλιπὼν τούτους ἅπαντας τοὺς λόγους ἔλθῃς ἐπὶ τὸ δυσωπεῖν με διὰ προσώπων τινῶν, εἰ τύχοι, λέγων, ὁ δεῖνα οὖν ἥμαρτεν, ἔπαθεν γὰρ ὁ δεῖνα, ἐὰν μὲν ἐπιτρέπῃς, ἐρῶ, οὐχ ἥμαρτεν μέν, ὅμοιος δὲ ἦν τῷ πάσχοντι νηπίῳ· εἰ μέντοι σφοδρότερον ἐκβιάσαιο τὸν λόγον, ἐρῶ, ἄνθρωπον ὅντιν’ ἂν ὀνομάσῃς ἄνθρωπον εἶναι, δίκαιον δὲ τὸν θεόν. καθαρὸς γὰρ οὐδείς, ὥσπερ εἶπέ τις, ἀπὸ ῥύπου. ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτὴν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει. καὶ πῶς τοῦτο ἀληθὲς ἐφ’ ἡμῖν κειμένου τοῦ ὁμολογῆσαι καὶ κολασθῆναι ἢ μή; λύεται γὰρ ἐπὶ τοῦ ἀρνησομένου ἡ κατὰ τὸν Βασιλείδην πρόνοια.
12.84 ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οὔ. ἀρνούμενος γὰρ οὐ κολασθήσεται. εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθῆναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων προσμαρτυρήσει. πῶς δὲ ἔτι μισθὸς ὁ ἐνδοξότατος ἐν οὐρανῷ ἀπόκειται τῷ μαρτυρήσαντι διὰ τὸ μαρτυρῆσαι; εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἐλθεῖν, ἄδικος γίνεται κατ’ ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένη, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένη, τοῦ μὲν ποιήσαντος δἰ ὧν ἐβουλήθη, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης τὸν ἁμαρτητικόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi