Kitap 4
12.87
οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ τὰς ἡμῶν. αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. διὰ τοῦτον οὖν τὸν ἁγιασμὸν ἡμῶν οὐκ ἐκωλύθη παθεῖν ὁ κύριος.
12.88
εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις· εἰ μὲν γὰρ μὴ εἴη τῆς θείας διοικήσεως, οἴχεται ἡ οἰκονομία τῶν καθαρσίων καὶ πέπτωκεν ἡ ὑπόθεσις αὐτοῖς, εἰ δὲ ἐκ προνοίας τὰ καθάρσια, ἐκ προνοίας καὶ αἱ κολάσεις. ἡ πρόνοια δὲ εἰ καὶ ἀπὸ τοῦ Ἄρχοντος, ὥς φασιν, κινεῖσθαι ἄρχεται, ἀλλ’ ἐγκατεσπάρη ταῖς οὐσίαις σὺν καὶ τῇ τῶν οὐσιῶν γενέσει πρὸς τοῦ θεοῦ τῶν ὅλων. ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἢ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἱ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ἢ ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς. οὐκέτι οὖν ὁ πόνος καὶ ὁ φόβος, ὡς αὐτοὶ λέγουσιν, ἐπισυμβαίνει τοῖς πράγμασιν ὡς ὁ ἰὸς τῷ σιδήρῳ, ἀλλ’ ἐκ βουλήσεως ἰδίας προσέρχεται τῇ ψυχῇ.