Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

13.91 ὅταν μὲν οὖν περὶ τοῦ ἕνα εἶναι τὸν θεὸν τὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον διαλαμβάνωμεν, καὶ πρὸς τοῦτο διαλεξόμεθα (ἀρχικὸς γὰρ ὁ λόγος), πρὸς δὲ τὸ κατεπεῖγον ἀπαντητέον. εἰ ἐπὶ τὸ καταλῦσαι θάνατον ἀφικνεῖται τὸ διαφέρον γένος, οὐχ ὁ Χριστὸς τὸν θάνατον κατήργησεν, εἰ μὴ καὶ αὐτὸς αὐτοῖς ὁμοούσιος λεχθείη· εἰ δ’ εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἅπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἱ ἀντίμιμοι τοῦ Δημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχῇ, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο συμβαίνειν λέγωσιν· ἀλλὰ κἂν εἰ σὺν Χριστῷ καταστρατεύεσθαι τοῦ θανάτου λέγοιεν, ὁμολογούντων τὸ δόγμα τὸ κεκρυμμένον, ὡς τῆς θείας τοῦ Δημιουργοῦ κατατρέχειν τολμῶσι δυνάμεως, τὴν κτίσιν τὴν αὐτοῦ ὡς κρείττους ἐπανορθούμενοι, πειρώμενοι σῴζειν τὴν ψυχικὴν εἰκόνα, ἣν αὐτὸς ῥύσασθαι τῆς φθορᾶς οὐ κατίσχυσεν. εἴη δ’ ἂν καὶ ὁ κύριος ἀμείνων τοῦ δημιουργοῦ θεοῦ· οὐ γὰρ ἄν ποτε ὁ υἱὸς τῷ πατρὶ διαφιλονεικοίη καὶ ταῦτα ἐν θεοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi