Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

13.94 ἐχθροὶ δὲ οἱ ἁμαρτάνοντες εἴρηνται θεοῦ, οἱ ἐχθροὶ δὴ τῶν ἐντολῶν αἷς μὴ δὲ ὑπακηκόασι, γενόμενοι, ὥσπερ φίλοι οἱ ὑπακηκοότες, οἳ μὲν διὰ τὴν οἰκείωσιν, οἳ δὲ διὰ τὴν ἀπαλλοτρίωσιν τὴν ἐκ προαιρέσεως προσαγορευθέντες· οὐθὲν γὰρ ἡ ἔχθρα οὐδ’ ἡ ἁμαρτία ἄνευ τοῦ ἐχθροῦ καὶ τοῦ ἁμαρτάνοντος. καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ’ ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται· ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ’ ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ’ ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, δἰ οὓς καὶ ἐγένετο, πλὴν ἐφ’ ὅσον γε αὐτοῖς ἀναγκαῖον συμπαρεῖναι. κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς μὴ κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.
14.95 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δἰ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῖς τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi