Kitap 4
15.97
Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις ἡ ἐν ὀλίγοις παραδιδομένη· εἰσὶ δὲ οἵ φασι τὴν περὶ τῶν εἰδωλοθύτων γνῶσιν οὐκ ἐν πᾶσι φέρειν, μή πως ἡ ἐξουσία ἡμῶν πρόσκομμα τοῖς ἀσθενέσι γένηται· ἀπόλλυται γὰρ ὁ ἀσθενῶν τῇ σῇ γνώσει. κἂν φάσκωσι πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ, κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπ’ ἴσης τῷ ἀνακρίνοντες, γελοίαν ἐξήγησιν παραθήσονται. ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθ’ ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δἰ αὐτοῦ διακονοῦντος τοῦ Παύλου· ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν. ἕτερον οὖν ἐστι τὸ εἰρημένον πρὸς τοῦ ἀποστόλου· μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Κριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, μὴ οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί· μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν ἄχραντον ἐκκεῖσθαι προσήκει.