Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

15.98 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, φησίν, ἵνα τοὺς πάντας κερδήσω, καὶ πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, γνωστικὴ γάρ, ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίᾳ μιμούμενος ὃ μὴ γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; πάντα οὖν ὅσα ποιεῖτε εἰς δόξαν θεοῦ ποιεῖτε· ὅσα ὑπὸ τὸν κανόνα τῆς πίστεως ποιεῖν ἐπιτέτραπται.
16.99 Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹ τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς τὸ ῥῆμα τῷ στόματί σου ὅτι κύριος Ἰησοῦς καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. ἄντικρυς τελείαν δικαιοσύνην ὑπογράφει ἔργῳ τε καὶ θεωρίᾳ πεπληρωμένην. εὐλογητέον οὖν τοὺς διώκοντας· εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ θεὸν ἔγνωμεν, δἰ ὀλίγης ταύτης προφάσεως τὸ τῆς ἀγάπης ἔργον ἐνδεικνύμενοι, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi