Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

17.105 Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν; ἀπροσωπολήπτως γὰρ πάντα ἐποιεῖτε, καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε καὶ τὰ ἑξῆς. εἶτ’ ἐμφανέστερον· ἀτενίσωμεν οὖν εἰς τοὺς τελείως λειτουργήσαντας αὐτοῦ τῇ μεγαλοπρεπεῖ δόξῃ. λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ Νῶε, ὃς πιστεύσας διεσώθη, καὶ Ἀβραάμ, ὃς διὰ πίστιν καὶ φιλοξενίαν φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη. διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων· διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη· δἰ ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.
17.106 ὁ γάρ τοι φίλος θεοῦ διὰ πίστιν ἐλευθέραν κληθεὶς Ἀβραὰμ οὐκ ἐπήρθη τῇ δόξῃ, μετριοπαθῶν δὲ ἔλεγεν· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. περί τε τοῦ Ἰὼβ οὕτως γέγραπται· ›Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινὸς καὶ θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.‹ οὗτος ὁ νικήσας δἰ ὑπομονῆς τὸν πειράσαντα καὶ μαρτυρήσας ἅμα καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ θεοῦ ὃς ταπεινοφροσύνης ἀντέχεται καὶ λέγει· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ εἰ μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ. Μωυσῆς, ὁ πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, πρὸς τὸν χρηματίζοντα ἐκ τῆς βάτου εἶπεν· τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι. καὶ πάλιν· ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ χύτρας. θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi