Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

17.107 ναὶ μὴν καὶ Δαβίδ, ἐφ’ οὗ μαρτυρῶν ὁ κύριος λέγει· >εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ τὸν τοῦ Ἰεσσαί· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν·‹ ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θέον· ›ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.‹ ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν γνωστικῶς μετριοπαθῶν ἐπιφέρει· ›σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.‹ λέγει γάρ που ἡ γραφή· ›πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεῖα τῆς γαστρός‹ καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν. οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ποιούμεθα· τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν· οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἡγιάσθη.
17.108 ἐντραπῶμεν οὖν τοὺς προηγουμένους ἡμῶν καὶ αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ θεοῦ. μακάριος γὰρ ὃς ἂν διδάσκῃ καὶ ποιῇ τὰ τοῦ κυρίου κατ’ ἀξίαν· μεγαλόφρονος δὲ ἐννοίας ἐστὶν καὶ θεωρητικῆς τῆς ἀληθείας. τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν· τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν· τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαβέτωσαν· μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ καρδίᾳ. ἐρευνητὴς γὰρ ἐννοιῶν καὶ ἐνθυμημάτων· οὗ ἡ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστι, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi