Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

18.113 ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐᾷ· ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεῖ· ›ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα κέρατα καὶ ὁπλάς. ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.‹ λέγει γάρ· ›θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με·‹ ›θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.‹ ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν. οὗ ἡ ἀγάπη τῷ πλησίον οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατ’ εἰκόνα θεοῦ. πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδασκαλία τε καὶ πολιτεία. ἀγάπῃ γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον. τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δἰ ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνεργούμενον.
18.114 εἰκότως γοῦν καὶ τὰ τούτων ἀθλα διάφορα· τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.
18.114 Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτὸν γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ’ αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi