Kitap 4
21.131
μακάριος δ’ ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος· μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλ’ ἐν παντὶ συνιστάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἔστω δὲ κατ’ ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποις· καὶ γὰρ τούτοις εὔλογον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας. ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· κἀγώ, φησίν, εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ἐπιτελῶμεν οὖν, φησίν, ἁγιωσύνην ἐν φόβῳ θεοῦ. εἰ γὰρ καὶ λύπην ὁ φόβος γεννᾷ, χαίρω λέγει, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.