Kitap 4
3.12
Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας. πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δἰ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον· ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι. δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιληδόνους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἢ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντας· ὄνος ὑβριστὴς ὁ ἀκόλαστος, λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ’ ὅλον τὸν βίον μελετώμενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς τὸ σῶμα τῆς ψυχῆς δεσμῶν· ἐμοὶ γὰρ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.
4.13
Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν. θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἥν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ αἵματι τοὺς ἀπίστους δυσωπῶν.