Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

22.145 Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. δἰ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονή· ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἵεται· οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.
22.146 ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος τε ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν, τὸ ὄντως καλὸν καὶ αἱρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενος· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι διειλήφαμεν. ἀκήκοεν δ’ ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλ’ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ’ ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὄψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα θεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi