Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

23.149 μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἑτέρων ὡς φαύλων, ἀλλ’ ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν εἰπών· ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. ἴσμεν δὲ τὰ μὲν δυσπόριστα οὐκ ἀναγκαῖα, τὰ δὲ ἀναγκαῖα εὐπόριστα γεγενῆσθαι φιλαγάθως παρὰ τοῦ θεοῦ. διόπερ ὁ Δημόκριτος εὖ λέγει, ὡς ἡ φύσις τε καὶ διδαχὴ παραπλήσιόν ἐστι καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκεν· καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεῖ, καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει μετατυπωθῆναι. ἄμφω δὲ ὁ κύριος παρέσχηται τὸ μὲν κατὰ τὴν δημιουργίαν, τὸ δὲ κατὰ τὴν ἐκ τῆς διαθήκης ἀνάκτισίν τε καὶ ἀνανέωσιν. τὸ δὲ συμφέρον τῷ κυριωτέρῳ τοῦτο αἱρετώτερον, κυριώτατον δὲ πάντων ἡ διάνοια. ὅτῳ τοίνυν τὰ τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ’ αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν. ὁ δὲ ἐμοῦ ἀκούων, φησίν, ἀναπαύσεται ἐπ’ εἰρήνῃ πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ. τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου.
23.150 φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πως γράφων· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi