Kitap 4
23.152
αὐτίκα ὁ σωτὴρ διὰ τῆς ἐπιθυμίας συνανῄρει καὶ τὸν θυμόν, τιμωρίας ὄντα ἐπιθυμίαν· καθόλου γὰρ τὸ παθητικὸν παντὶ γένει ἐπιθυμίας, εἰς δὲ τὴν ἀπάθειαν θεούμενος ἄνθρωπος ἀχράντως μοναδικὸς γίνεται. καθάπερ οὖν οἱ ἐν θαλάττῃ ἀπὸ ἀγκύρας τονούμενοι ἕλκουσι μὲν τὴν ἄγκυραν, οὐκ ἐκείνην δὲ ἐπισπῶνται, ἀλλ’ ἑαυτοὺς ἐπὶ τὴν ἄγκυραν, οὕτως οἱ κατὰ τὸν γνωστικὸν βίον ἐπισπώμενοι τὸν θεὸν ἑαυτοὺς ἔλαθον προσαγόμενοι πρὸς τὸν θεόν· θεὸν γὰρ ὁ θεραπεύων ἑαυτὸν θεραπεύει. ἐν οὖν τῷ θεωρητικῷ βίῳ ἑαυτοῦ τις ἐπιμελεῖται θρῃσκεύων τὸν θεὸν καὶ διὰ τῆς ἰδίας εἰλικρινοῦς καθάρσεως ἐποπτεύει τὸν θεὸν ἅγιον ἁγίως· ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.
24.153
Αὐτίκα τὸ ἐφ’ ἡμῖν ἐστιν οὗπερ ἐπ’ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπ’ ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ’ ἡμῖν. καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ’ ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ’ αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ’ αὐτοῖς μόνοις κολάζονται· παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτ’ ἄν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἱ πρὸ τῆς πίστεως ἁμαρτίαι, οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλ’ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί. μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλ’ οὐ θεοῦ τὴν τοσαύτην παρεχομένου δωρεάν. τούτῳ φησὶν ἡ γραφή· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἀλλ’ εἰ καὶ ἐπὶ ταῖς ἑκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλ’ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ’ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.