Kitap 4
25.159
τέλειος δ’, οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις· ἱλασμὸς δὲ ἡ δἰ ὑπακοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς ἀπολύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν. εἴτ’ οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατ’ ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν. ἐπὶ γοῦν ταῖς ἑπτὰ ἡμέραις τὰ ἱερεῖα ὑπὲρ ἁμαρτιῶν θύεται, ἔτι γὰρ τροπῆς εὐλάβεια καὶ τῆς ἑβδόμης ἅπτεται περιφορᾶς.
25.160
Ἰὼβ δὲ ὁ δίκαιος αὐτὸς φησὶ γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ, οὐ κτημάτων γυμνός (τοῦτο μὲν γὰρ μικρόν τε καὶ κοινόν), ἀλλ’ ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ ἁμαρτίας καὶ τοῦ ἑπομένου τοῖς ἀδίκως βιώσασιν ἀειδοῦς εἰδώλου· τοῦτο γὰρ ἦν τὸ εἰρημένον ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία, καθαροὶ μὲν τὴν σάρκα, ἅγιοι δὲ τὴν ψυχὴν κατὰ ἀποχὴν κακῶν ἔργων, δεικνύντος τοῦ θεοῦ ὅτι τοιούτους ἡμᾶς εἶναι βούλεται, οἵους καὶ γεγέννηκεν ἐκ μήτρας ὕδατος· γένεσις γὰρ γένεσιν διαδεχομένη κατὰ προκοπὴν ἀπαθανατίζειν βούλεται, τῶν δὲ ἀσεβῶν ὁ λύχνος σβεσθήσεται.