Kitap 4
25.161
ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως· ἡ δὲ παρθένος ἦν καλή, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ῥεβέκκα δὲ ἑρμηνεύεται θεοῦ δόξα, θεοῦ δὲ δόξα ἀφθαρσία. αὕτη ἡ τῷ ὄντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ, ὅλον δὲ εἶναι ἡγιασμένον νεὼν τοῦ κυρίου. δικαιοσύνη οὖν ἐστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφ’ ἣν ὁ κύριος ἀπέλυε λέγων· ἄπελθε εἰς εἰρήνην· Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυσῆς, Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας. καὶ δὴ ἑρμηνεύεται ὁ Μελχισεδὲκ βασιλεὺς δίκαιος, συνωνυμία δέ ἐστι δικαιοσύνης καὶ εἰρήνης.
25.162
Βασιλείδης δὲ ὑποστατὰς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας.
25.162
Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα τὰ ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγματείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ, ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια. κἂν πύθῃ· τὰ δὲ ὄργια ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι; ἀκούσῃ πάλιν· ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν, κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω· οὐ θέμις ἀκοῦσαί σε, ἔστιν δ’ ἄξἰ εἰδέναι· ἀσέβειαν ἀσκοῦντα ὄργἰ ἐχθαίρει θεοῦ· ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός. ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικοῦ τόπου· καθ’ ὅσον ἐστὶν τἀγαθόν, τοῦ ἠθικοῦ· ᾗ δ’ αὖ ἐστι νοῦς. τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος. υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.