Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

26.170 γέγραπται δὲ κἀν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσα· δικαίων εἰσακούει ὁ θεός, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν· ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ. τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; οὗτος γάρ ἐστι, φησίν, ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων· οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλήν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; τοῦτο αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν.
26.171 Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν; ἐμοὶ δοκεῖ οὐχ ὅτι τὸ θεῖον ᾤοντο μὴ δύνασθαι τῶν ἡσυχῇ φθεγγομένων ἐπαΐειν, ἀλλ’ ὅτι δικαίας ἐβούλοντο εἶναι τὰς εὐχάς, οἵας οὐκ ἄν τις αἰδεσθείη ποιεῖσθαι πολλῶν συνειδότων. ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχῆς κατὰ καιρὸν προϊόντος τοῦ λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν ὡς ἐν ἡμέρᾳ περιπατοῦντες. λαμψάτω γάρ σου τὰ ἔργα. καὶ ἰδοὺ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ἰδοὺ γὰρ ὁ θεὸς καὶ τὰ ἔργα αὐτοῦ. θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῷ. ἐμοὶ δὲ καὶ οἱ ποιηταὶ τοὺς ἐκλεκτοὺς παρὰ σφίσι θεοειδέας προσαγορεύειν δοκοῦσι καὶ δίους καὶ ἀντιθέους καὶ Διὶ μῆτιν ἀταλάντους καὶ θεοῖς ἐναλίγκια μήδἐ ἔχοντας καὶ θεοεικέλους, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν περιτρώγοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi