Kitap 5
1.12
Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβίδ· φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν· καρδία γὰρ ἡ ψυχὴ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι δἰ υἱοῦ ὁ πατὴρ γνωρίζεται. οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπτουσιν.
1.13
οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι δἰ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, ἀγάπη δὲ ὁ θεὸς ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς πιστὸς ὁ θεὸς ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ δἰ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομένων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ· ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δ’ ἐστὶ φρονεῖν ὅσια. κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.