Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

5.27 Πάλιν ὁ Πυθαγόρας τῆς χύτρας ἀρθείσης ἀπὸ τοῦ πυρὸς τὸν ἐν τῇ σποδῷ τύπον μὴ ἀπολιπεῖν, ἀλλὰ συγχεῖν προσέταττεν καὶ ταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα· οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν ἀπαλείφειν μνησικακίαν. ἥλιος δὲ ὑμῖν τῇ ὀργῇ, φησὶν ἡ γραφή, μὴ ἐπιδυέτω· καὶ ὁ εἰπὼν οὐκ ἐπιθυμήσεις πᾶσαν ἀφεῖλεν μνησικακίαν· θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ’ ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.
5.28 τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθ’ ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι. τάχα δὲ καὶ φαντασίαν τὴν ζοφερὰν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο· ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε, ὁ Δαβὶδ λέγει, μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων.
5.28 Πάλιν ἐπὶ γῆς μὴ πλεῖν Πυθαγόρειόν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἄστατα ὄντα παραιτεῖσθαι δεῖν. διὰ τοῦτό τοι ὁ λόγος τοὺς τελώνας λέγει δυσκόλως σωθήσεσθαι.
5.28 Πάλιν δ’ αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν· ἐξευτελίζει γὰρ τὴν τοῦ θείου σεμνότητα ἡ ἐν ἑτοίμῳ τῆς ὄψεως συνήθεια, καὶ τὴν νοητὴν οὐσίαν δἰ ὕλης σεβάζεσθαι ἀτιμάζειν ἐστὶν αὐτὴν δἰ αἰσθήσεως. διὸ καὶ τῶν Αἰγυπτίων ἱερέων οἱ σοφώτατοι τὸ τῆς Ἀθηνᾶς ἕδος ὕπαιθρον ἀφώρισαν, ὡς Ἑβραῖοι τὸν νεὼν ἄνευ ἀγάλματος εἱσάμενοι. εἰσὶ δὲ οἳ τὸν θεὸν σέβοντες οὐρανοῦ μίμημα ποιησάμενοι περιέχον τὰ ἄστρα προσκυνοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi